Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.117 Dem. 21.120 (English) >>Dem. 21.123

21.119ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ τῇ μὲν προτεραίᾳ ὅτε ταῦτʼ ἔλεγεν, εἰσεληλύθει καὶ διείλεκτʼ ἐκείνῳ, τῇ δʼ ὑστεραίᾳ πάλιν (τοῦτο γάρ, τοῦτʼ οὐκ ἔχον ἐστὶν ὑπερβολὴν ἀκαθαρσίας, ἄνδρες Ἀθηναῖοι) εἰσελθὼν οἴκαδʼ ὡς ἐκεῖνον καὶ ἐφεξῆς οὑτωσὶ καθεζόμενος, τὴν δεξιὰν ἐμβαλών, παρόντων πολλῶν, μετὰ τοὺς ἐν τῇ βουλῇ τούτους λόγους, ἐν οἷς αὐτόχειρα καὶ τὰ δεινότατʼ εἰρήκει τὸν Ἀρίσταρχον, ὤμνυε μὲν κατʼ ἐξωλείας μηδὲν εἰρηκέναι κατʼ αὐτοῦ φλαῦρον, καὶ οὐδὲν ἐφρόντιζʼ ἐπιορκῶν, καὶ ταῦτα παρόντων τῶν συνειδότων, ἠξίου δὲ καὶ πρὸς ἔμʼ αὑτῷ διʼ ἐκείνου γίγνεσθαι τὰς διαλύσεις, τούτων τοὺς παρόντας ὑμῖν καλῶ μάρτυρας. 21.120καίτοι πῶς οὐ δεινόν, ἄνδρες Ἀθηναῖοι, μᾶλλον δʼ ἀσεβές, λέγειν ὡς φονεύς, καὶ πάλιν ὡς οὐκ εἴρηκε ταῦτʼ ἀπομνύναι, καὶ φόνον μὲν ὀνειδίζειν, τούτῳ δʼ ὁμωρόφιον γίγνεσθαι; κἂν μὲν ἀφῶ τοῦτον ἐγὼ καὶ προδῶ τὴν ὑμετέραν καταχειροτονίαν, οὐδέν, ὡς ἔοικʼ, ἀδικῶ· ἂν δʼ ἐπεξίω, λέλοιπα τὴν τάξιν, φόνον κοινωνῶ, δεῖ μʼ ἀνηρπάσθαι. ἐγὼ δʼ αὐτὸ τοὐναντίον οἶμαι, εἰ τοῦτον ἀφῆκα, λελοιπέναι μέν, ἄνδρες Ἀθηναῖοι, τὴν τοῦ δικαίου τάξιν, φόνου δʼ ἂν εἰκότως ἐμαυτῷ λαχεῖν· οὐ γὰρ ἦν μοι δήπου βιωτὸν τοῦτο ποιήσαντι. 21.121ὅτι τοίνυν καὶ ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας.Μάρτυρες

Λυσίμαχος Ἀλωπεκῆθεν, Δημέας Σουνιεύς, Χάρης Θορίκιος, Φιλήμων Σφήττιος, Μόσχος Παιανιεύς, καθʼ οὓς καιροὺς εἰσαγγελία ἐδόθη εἰς τὴν βουλὴν ὑπὲρ Ἀριστάρχου τοῦ Μόσχου, ὅτι εἴη Νικόδημον ἀπεκτονώς, οἴδαμεν Μειδίαν τὸν κρινόμενον ὑπὸ Δημοσθένους, μαρτυροῦμεν, ἐλθόντα πρὸς τὴν βουλὴν καὶ λέγοντα μηδένα ἕτερον εἶναι τὸν Νικοδήμου φονέα, ἀλλʼ Ἀρίσταρχον, καὶ τοῦτον αὐτοῦ γεγονέναι αὐτόχειρα, καὶ συμβουλεύοντα τῇ βουλῇ βαδίζειν ἐπὶ τὴν οἰκίαν τὴν Ἀριστάρχου καὶ συλλαμβάνειν αὐτόν. ταῦτα δʼ ἔλεγε πρὸς τὴν βουλὴν τῇ προτεραίᾳ μετʼ Ἀριστάρχου καὶ μεθʼ ἡμῶν συνδεδειπνηκώς. οἴδαμεν δὲ καὶ Μειδίαν, ὡς ἀπῆλθεν ἀπὸ τῆς βουλῆς τούτους τοὺς λόγους εἰρηκώς, εἰσεληλυθότα πάλιν ὡς Ἀρίσταρχον καὶ τὴν δεξιὰν ὡς ἐμβεβληκότα καὶ ὀμνύοντα κατʼ ἐξωλείας μηδὲν κατʼ αὐτοῦ πρὸς τὴν βουλὴν εἰρηκέναι φαῦλον, καὶ ἀξιοῦντα Ἀρίσταρχον ὅπως ἂν διαλλάξῃ αὐτῷ Δημοσθένην.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.117 Dem. 21.120 (English) >>Dem. 21.123

Powered by PhiloLogic